Add parallel Print Page Options

10 [a]Καὶ ὅτε ἐγένετο κατὰ μόνας, [b]ἠρώτων αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα [c]τὰς παραβολάς. 11 καὶ ἔλεγεν αὐτοῖς· Ὑμῖν [d]τὸ μυστήριον δέδοται τῆς βασιλείας τοῦ θεοῦ· ἐκείνοις δὲ τοῖς ἔξω ἐν παραβολαῖς τὰ πάντα γίνεται, 12 ἵνα βλέποντες βλέπωσι καὶ μὴ ἴδωσιν, καὶ ἀκούοντες ἀκούωσι καὶ μὴ συνιῶσιν, μήποτε ἐπιστρέψωσιν καὶ ἀφεθῇ [e]αὐτοῖς.

13 Καὶ λέγει αὐτοῖς· Οὐκ οἴδατε τὴν παραβολὴν ταύτην, καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθε; 14 ὁ σπείρων τὸν λόγον σπείρει. 15 οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδὸν ὅπου σπείρεται ὁ λόγος, καὶ ὅταν ἀκούσωσιν [f]εὐθὺς ἔρχεται ὁ Σατανᾶς καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρμένον [g]εἰς αὐτούς. 16 καὶ οὗτοί εἰσιν [h]ὁμοίως οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι, οἳ ὅταν ἀκούσωσιν τὸν λόγον [i]εὐθὺς μετὰ χαρᾶς λαμβάνουσιν αὐτόν, 17 καὶ οὐκ ἔχουσιν ῥίζαν ἐν ἑαυτοῖς ἀλλὰ πρόσκαιροί εἰσιν, εἶτα γενομένης θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον [j]εὐθὺς σκανδαλίζονται. 18 καὶ [k]ἄλλοι εἰσὶν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι· [l]οὗτοί εἰσιν οἱ τὸν λόγον [m]ἀκούσαντες, 19 καὶ αἱ μέριμναι τοῦ [n]αἰῶνος καὶ ἡ ἀπάτη τοῦ πλούτου καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι συμπνίγουσιν τὸν λόγον, καὶ ἄκαρπος γίνεται. 20 καὶ [o]ἐκεῖνοί εἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες, οἵτινες ἀκούουσιν τὸν λόγον καὶ παραδέχονται καὶ καρποφοροῦσιν [p]ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν ἑκατόν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:10 Καὶ ὅτε WH Treg NIV ] Ὅτε δὲ RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:10 ἠρώτων WH Treg NIV ] ἠρώτησαν RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:10 τὰς παραβολάς WH Treg NIV ] τὴν παραβολήν RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:11 τὸ μυστήριον δέδοται WH Treg NIV ] δέδοται γνῶναι τὸ μυστήριον RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:12 αὐτοῖς WH Treg NIV ] + τὰ ἁμαρτήματα RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:15 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:15 εἰς αὐτούς WH Treg NIV ] ἐν ταῖς καρδίαις αὐτῶν RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:16 ὁμοίως WH Treg NIV RP ] – NA
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:16 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:17 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:18 ἄλλοι WH Treg NIV ] οὗτοί RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:18 οὗτοί εἰσιν WH Treg NIV ] – RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:18 ἀκούσαντες WH Treg NIV ] ἀκούοντες RP
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:19 αἰῶνος WH Treg NA ] + τούτου RP; βίου NIV
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:20 ἐκεῖνοί WH Treg NIV ] οὗτοί RP
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:20 ἓν … ἓν … ἓν NIV ] ἐν … ἐν … ἐν WH Treg RP